Δευτέρα 7 Νοεμβρίου 2022

Ω τοῦ παραδόξου θαύματος Αργά Στιχηρά Προσόμοια - 15 Αυγούστου - Εν τη γεννήσει .....


Ἦχος α' Αὐτόμελον 
Ὢ τοῦ παραδόξου θαύματος! ἡ πηγὴ τῆς ζωῆς, ἐν μνημείῳ τίθεται, 
καὶ κλῖμαξ πρὸς οὐρανόν, ὁ τάφος γίνεται. 
Εὐφραίνου Γεθσημανῆ, τῆς Θεοτόκου τὸ ἅγιον τέμενος. 
Βοήσωμεν οἱ πιστοί, τὸν Γαβριὴλ κεκτημένοι ταξίαρχον, 
Κεχαριτωμένη χαῖρε, μετὰ σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ διὰ σοῦ τὸ μέγα ἔλεος

Βαβαὶ τῶν σῶν μυστηρίων ἁγνή! τοῦ Ὑψίστου θρόνος, ἀνεδείχθης Δέσποινα, 
καὶ γῆθεν πρὸς οὐρανόν, μετέστης σήμερον. Ἡ δόξα σου εὐπρεπής, θεοφεγγέσιν ἐκλάμπουσα χάριτι, Παρθένοι σὺν τῇ Μητρὶ τοῦ Βασιλέως πρὸς ὕψος ἐπάρθητε. Κεχαριτωμένη χαῖρε, μετὰ σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ, διὰ σοῦ τὸ μέγα ἔλεος

Τὴν σὴν δοξάζουσι Κοίμησιν, Ἐξουσίαι θρόνοι, Ἀρχαὶ Κυριότητες, Δυνάμεις καὶ Χερουβίμ, καὶ τὰ φρικτὰ Σεραφίμ. Ἀγάλλονται γηγενεῖς ἐπὶ τῇ θείᾳ σου δόξῃ κοσμούμενοι. Προσπίπτουσι βασιλεῖς, σὺν Ἀρχαγγέλοις Ἀγγέλοις καὶ μέλπουσι· Κεχαριτωμένη χαῖρε, μετὰ σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ, διὰ σοῦ τὸ μέγα ἔλεος.



Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖςπρεσβείαις ταῖςσαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.


ΟΡΙΣΜΟΣ ΤΡΑΓΩΔΙΑΣ«ἔστιν οὖν τραγῳδία μίμησις πράξεως σπουδαίας καὶ τελείας μέγεθος ἐχούσης, ἡδυσμένῳ λόγῳ χωρὶς ἑκάστου τῶν εἰδῶν ἐν τοῖς μορίοις, δρώντων καὶ οὐ δι᾽ ἀπαγγελίας, δι᾽ ἐλέου καὶ φόβου περαίνουσα τὴν τῶν τοιούτων παθημάτων κάθαρσιν.»